;

Σάββατο 26 Αυγούστου 2017

Φωνή Κυρίου της Κυριακής 27 Αυγούστου 2017


Διαβάστε το έντυπο πατώντας εδώ.

Το Ευαγγέλιον της Κυριακής 27 Αυγούστου 2017


ΙΒ΄ Ματθαίου (Ματθ. ιθ΄ 16-26)

Τῷ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τῷ Ἰησοῦ, γονυπετῶν αὐτῷ καὶ λέγων· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; ὁ δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; ἔφη αὐτῷ ὁ Ἰησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ραφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι; ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.

Παρασκευή 25 Αυγούστου 2017

Ευχές του Σεβασμιωτάτου Μητροπολίτου Πατρών κ.κ. Χρυσοστόμου στους επιτυχόντες στις Πανελλήνιες Εξετάσεις 2017


Στὰ παιδιά μας τὰ ὁποῖα εἰσήχθησαν στὶς Ἀνώτατες Σχολὲς μετὰ ἀπὸ τὸν ἀγῶνα τῶν Πανελληνίων Ἐξετάσεων, εὔχομαι πατρικῶς ἀπὸ τὰ βάθη τῆς ψυχῆς μου, νὰ ἔχουν ὑγεία καὶ εὐλογία ἀπὸ τὸν Θεὸ γιὰ τὴν περαιτέρω πορεία τους στὴ γνώση καὶ στὴ ζωὴ γενικώτερα.

Σάββατο 19 Αυγούστου 2017

Το Ευαγγέλιον της Κυριακής 20 Αυγούστου 2017



ΙΑ΄ Ματθαίου (Ματθ. ιη΄ 23-35)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐ­τοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. πεσὼν οὖν ὁ δοῦλος προσε­κύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ’ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω.

Φωνή Κυρίου της Κυριακής 20 Αυγούστου 2017


Διαβάστε το έντυπο πατώντας εδώ.

Τρίτη 15 Αυγούστου 2017

Εγκύκλιος του Σεβασμιωτάτου Μητροπολίτου Πατρών κ.κ. Χρυσοστόμου για τον Δεκαπενταύγουστο 2017



ΕΛΛΗΝΙΚΗ ΔΗΜΟΚΡΑΤΙΑ
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΠΑΤΡΩΝ

ΔΕΚΑΠΕΝΤΑΥΓΟΥΣΤΟΣ 2017
ΕΓΚΥΚΛΙΟΣ 289η



ΧΡΥΣΟΣΤΟΜΟΣ
ΕΛΕῼ ΘΕΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΤΗΣ ΑΓΙΩΤΑΤΗΣ
ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΠΑΤΡΩΝ


Πρός
τό Χριστεπώνυμον Πλήρωμα
τῆς Ἱερᾶς καί Ἀποστολικῆς Μητροπόλεως Πατρῶν


Παιδιά μου εὐλογημένα,

Σήμερα ποὺ ἡ Ἁγία μας Ἐκκλησία ἑορτάζει τὴν Κοίμηση τῆς Ὑπεραγίας Θεοτόκου, ἀγάλλεται ὁ οὐρανὸς καὶ συγχορεύει ἡ γῆ, ἀφοῦ μεταβαίνει πρὸς τὴν Ζωή ἡ πανάμωμος καὶ πανύμνητος Παρθένος.

Σάββατο 12 Αυγούστου 2017

Απάντηση του Μητροπολίτη Πατρών κ.κ. Χρυσοστόμου στους τρεις βουλευτές του Σύριζα Αχαΐας


Μὲ ἐνδιαφέρον ἀνέγνωσα τὸ κείμενο τῶν τριῶν, ἀγαπητῶν κατά πάντα εἰς ἐμὲ, Βουλευτῶν Ἀχαΐας τοῦ Σύριζα κυρίων Σίας Ἀναγνωστοπούλου, Κώστα Σπαρτινοῦ καὶ Ἀνδρέα Ριζούλη, μετά τῶν ὁποίων μᾶς συνδέει μεγάλη φιλία καὶ ὑπάρχει εἰλικρινὴς ἀγάπη καὶ ἐκτίμηση.


Το Ευαγγέλιον της Κυριακής 13/8/17


Ι΄ Ματθαίου (Ματθ. ιζ΄ 14-23)

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ, γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.

Φωνή Κυρίου της Κυριακής 13/8/2017

Διαβάστε το έντυπο σε ψηφιακή μορφή πατώντας εδώ.

Παρασκευή 11 Αυγούστου 2017

«Να ζητήσει συγγνώμη από τον Ελληνικό Λαό ο κ. Βούτσης», άρθρο του Σεβασμιωτάτου Μητροπολίτου Πατρών κ.κ. Χρυσοστόμου


Μετὰ τὶς ἀπαράδεκτες, κατὰ πάντα, καὶ προκλητικὲς δηλώσεις τοῦ Προέδρου τῆς Βουλῆς κ. Νικολάου Βούτση, αἰσθανόμεθα ἐπιτακτικὴ τὴν ἀνάγκη νὰ δηλώσωμε ὅτι, σὲ αὐτὲς τὶς δύσκολες ὧρες ποὺ περνάει, ὁ σκληρὰ δοκιμαζόμενος Ἑλληνικὸς Λαός, δὲν προσφέρει τίποτε ἡ ἀμφισβήτηση τῶν πνευματικῶν του ριζῶν, τῆς ἱστορίας τους, καὶ τῶν παροδοσιακῶν ἀξιῶν.

Σάββατο 5 Αυγούστου 2017

Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής 6 Αυγούστου 2017


(Ματθ. ιζ΄ 1-9)

Τῷ καιρῷ ἐκείνῳ παραλαμ­βάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀ­δελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. καὶ ἀ­κούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσ­­ωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

Φωνή Κυρίου της Κυριακής 6 Αυγούστου 2017

Διαβάστε το έντυπο σε ψηφιακή μορφή πατώντας εδώ.

Κυριακή 30 Ιουλίου 2017

Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής 30 Ιουλίου 2017


Η΄ Ματθαίου (Ματθ. ιδ΄ 14-22)

Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ Ἰη­σοῦς πολὺν ὄχλον, καὶ ἐ­σπλαγ­­χνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐ­θερά­πευσε τοὺς ἀρρώστους αὐτῶν. ὀψίας δὲ γενομένης προσῆλθον αὐ­τῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔ­ρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵ­να ἀπελθόντες εἰς τὰς κώμας ἀ­γοράσωσιν ἑαυτοῖς βρώματα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε. καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. οἱ δὲ ἐσθίοντες ἦ­σαν ἄνδρες ὡσεὶ πεντακισ­χίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

πηγή

Φωνή Κυρίου της Κυριακής 30 Ιουλίου 2017

Διαβάστε το έντυπο σε ψηφιακή μορφή πατώντας εδώ.

Πέμπτη 27 Ιουλίου 2017

Επικήδειος Λόγος στην πρεσβυτέρα Κατίνα Σκλήφα


Ἀρχιμανδρίτου π. Ἀμβροσίου Γκουρβέλου
Ἱ. Ν. Ἁγίου Ἰωάννου Χρυσοστόμου Λουκᾶ Μαντινείας
Δευτέρα 24 Ἰουλίου 2017


Σεβασμιώτατοι καί Θεοφιλέστατοι Ἅγιοι Ἀρχιερεῖς, Ἐντιμώτατοι Ἄρχοντες, Σεβαστοί πατέρες καί ἀδελφοί,


Ἐκ μέρους τοῦ Ἱεροῦ Κλήρου καί τοῦ εὐσεβοῦς πληρώματος τῆς Ἀποστολικῆς Μητροπόλεως τῶν Πατρῶν ἤθελα αὐτή τήν ἱερή ὥρα τῆς ἐξοδίου Ἀκολουθίας τῆς ἀειμνήστου Πρεσβυτέρας Κατίνας Σκλήφα, νά καταθέσω λίγες σκέψεις μαζί μέ τίς εὐχές ὅλων μας, ἐνώπιον τοῦ σκηνώματός της.


Κυριακή 23 Ιουλίου 2017

«Το πέρασμα της πρεσβυτέρας Κατίνας από την Τρίπολη και την Πάτρα». του Θεοφιλ. Επισκ. Κερνίτσης κ. Χρυσάνθου


Την Κυριακή το πρωί 23 Ιουλίου 2017 που χαρμόσυνα χτυπούσαν οι καμπάνες των Ναών της Ιεράς Μητροπόλεως των Πατρών και απάσης της Ορθοδοξίας για τη συμμετοχή του λαού του Θεού στην Αναστάσιμη Θεία Λειτουργία, η Πρεσβυτέρα Κατίνα, η πολύ αγαπητή και σεβαστή, η πιστή και θαρραλέα Πρεσβυτέρα, σύζυγος του Ιερέως Ευθυμίου Σκλήφα και μητέρα του Σεπτού πατρός και Ποιμενάρχου μας Μητροπολίτου Πατρών κ.κ. Χρυσοστόμου και του κ. Δημοσθένους Σκλήφα, έφυγε από κοντά μας για την αιωνιότητα, αθόρυβα, ύστερα από ασθένεια ολίγων ημερών.

Σάββατο 22 Ιουλίου 2017

Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής 23 Ιουλίου 2017


Ζ΄ Ματθαίου (Ματθ. θ΄ 27-35)

Τῷ καιρῷ ἐκείνῳ, παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε. τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω. οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Φωνή Κυρίου της Κυριακής 23 Ιουλίου 2017

Διαβάστε το έντυπο σε ψηφιακή μορφή πατώντας εδώ.

Σάββατο 15 Ιουλίου 2017

Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής 16 Ιουλίου 2017


(Ματθ. ε΄ 14-19)


Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυ­βῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμ­πει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον κατα­λῦσαι, ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Φωνή Κυρίου της Κυριακής 16 Ιουλίου 2017

Διαβάστε το έντυπο σε ψηφιακή μορφή πατώντας εδώ.